<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2"><l n="31">χαῖρε, φυὴν ἐρόεσσα, χοροιτύπε, δαιτὸς ἑταίρη, </l><l n="32">ἀσπασίη προφανεῖσα· πόθεν τόδε καλὸν ἄθυρμα </l><l n="33">αἰόλον ὄστρακον ἕσσο χέλυς ὄρεσι ζώουσα; </l><l n="34">ἀλλʼ οἴσω σʼ ἐς δῶμα λαβών· ὄφελός τι μοι ἔσσῃ, </l><l n="35">οὐδʼ ἀποτιμήσω· σὺ δέ με πρώτιστον ὀνήσεις </l><l n="36">οἴκοι βέλτερον εἶναι, ἐπεὶ βλαβερὸν τὸ θύρηφιν· </l><l n="37">ἦ γὰρ ἐπηλυσίης πολυπήμονος ἔσσεαι ἔχμα </l><l n="38">ζώουσʼ· ἢν δὲ θάνῃς, τότε κεν μάλα καλὸν ἀείδοις.<!--<milestone type="endquote"/>--></l><l n="39"><milestone unit="Para" ed="P"/>ὣς ἂρʼ ἔφη· καὶ χερσὶν ἅμʼ ἀμφοτέρῃσιν ἀείρας </l><l n="40">ἂψ εἴσω κίε δῶμα φέρων ἐρατεινὸν ἄθυρμα. </l><l n="41">ἔνθʼ ἀναπηρώσας γλυφάνῳ πολιοῖο σιδήρου </l><l n="42">αἰῶνʼ ἐξετόρησεν ὀρεσκῴοιο χελώνης. </l><l n="43">ὡς δʼ ὁπότʼ ὠκὺ νόημα διὰ στέρνοιο περήσῃ </l><l n="44">ἀνέρος, ὅν τε θαμειαὶ ἐπιστρωφῶσι μέριμναι, </l><l n="45">ἢ ὅτε δινηθῶσιν ἀπʼ ὀφθαλμῶν ἀμαρυγαί, </l><l n="46">ὣς ἅμʼ ἔπος τε καὶ ἔργον ἐμήδετο κύδιμος Ἑρμῆς. </l><l n="47">πῆξε δʼ ἄρʼ ἐν μέτροισι ταμὼν δόνακας καλάμοιο </l><l n="48">πειρήνας διὰ νῶτα διὰ ῥινοῖο χελώνης. </l><l n="49">ἀμφὶ δὲ δέρμα τάνυσσε βοὸς πραπίδεσσιν ἑῇσι </l><l n="50">καὶ πήχεις ἐνέθηκʼ, ἐπὶ δὲ ζυγὸν ἤραρεν ἀμφοῖν, </l><l n="51">ἑπτὰ δὲ θηλυτέρων ὀίων ἐτανύσσατο χορδάς. </l><l n="52">αὐτὰρ ἐπεὶ δὴ τεῦξε, φέρων, ἐρατεινὸν ἄθυρμα, </l><l n="53">πλήκτρῳ ἐπειρήτιζε κατὰ μέρος· ἣ δʼ ὑπὸ χειρὸς </l><l n="54">σμερδαλέον κονάβησε· θεὸς δʼ ὑπὸ καλὸν ἄειδεν </l><l n="55">ἐξ αὐτοσχεδίης πειρώμενος, ἠύτε κοῦροι </l><l n="56">ἡβηταὶ θαλίῃσι παραιβόλα κερτομέουσιν, </l><l n="57">ἀμφὶ Δία Κρονίδην καὶ Μαιάδα καλλιπέδιλον, </l><l n="58">ὡς πάρος ὠρίζεσκον ἑταιρείῃ φιλότητι, </l><l n="59">ἥν τʼ αὐτοῦ γενεὴν ὀνομακλυτὸν ἐξονομάζων· </l><l n="60">ἀμφιπόλους τε γέραιρε καὶ ἀγλαὰ δώματα νύμφης </l></div></body></text></TEI>