χαῖρε, φυὴν ἐρόεσσα, χοροιτύπε, δαιτὸς ἑταίρη, ἀσπασίη προφανεῖσα· πόθεν τόδε καλὸν ἄθυρμα αἰόλον ὄστρακον ἕσσο χέλυς ὄρεσι ζώουσα; ἀλλʼ οἴσω σʼ ἐς δῶμα λαβών· ὄφελός τι μοι ἔσσῃ, οὐδʼ ἀποτιμήσω· σὺ δέ με πρώτιστον ὀνήσεις οἴκοι βέλτερον εἶναι, ἐπεὶ βλαβερὸν τὸ θύρηφιν· ἦ γὰρ ἐπηλυσίης πολυπήμονος ἔσσεαι ἔχμα ζώουσʼ· ἢν δὲ θάνῃς, τότε κεν μάλα καλὸν ἀείδοις. ὣς ἂρʼ ἔφη· καὶ χερσὶν ἅμʼ ἀμφοτέρῃσιν ἀείρας ἂψ εἴσω κίε δῶμα φέρων ἐρατεινὸν ἄθυρμα. ἔνθʼ ἀναπηρώσας γλυφάνῳ πολιοῖο σιδήρου αἰῶνʼ ἐξετόρησεν ὀρεσκῴοιο χελώνης. ὡς δʼ ὁπότʼ ὠκὺ νόημα διὰ στέρνοιο περήσῃ ἀνέρος, ὅν τε θαμειαὶ ἐπιστρωφῶσι μέριμναι, ἢ ὅτε δινηθῶσιν ἀπʼ ὀφθαλμῶν ἀμαρυγαί, ὣς ἅμʼ ἔπος τε καὶ ἔργον ἐμήδετο κύδιμος Ἑρμῆς. πῆξε δʼ ἄρʼ ἐν μέτροισι ταμὼν δόνακας καλάμοιο πειρήνας διὰ νῶτα διὰ ῥινοῖο χελώνης. ἀμφὶ δὲ δέρμα τάνυσσε βοὸς πραπίδεσσιν ἑῇσι καὶ πήχεις ἐνέθηκʼ, ἐπὶ δὲ ζυγὸν ἤραρεν ἀμφοῖν, ἑπτὰ δὲ θηλυτέρων ὀίων ἐτανύσσατο χορδάς. αὐτὰρ ἐπεὶ δὴ τεῦξε, φέρων, ἐρατεινὸν ἄθυρμα, πλήκτρῳ ἐπειρήτιζε κατὰ μέρος· ἣ δʼ ὑπὸ χειρὸς σμερδαλέον κονάβησε· θεὸς δʼ ὑπὸ καλὸν ἄειδεν ἐξ αὐτοσχεδίης πειρώμενος, ἠύτε κοῦροι ἡβηταὶ θαλίῃσι παραιβόλα κερτομέουσιν, ἀμφὶ Δία Κρονίδην καὶ Μαιάδα καλλιπέδιλον, ὡς πάρος ὠρίζεσκον ἑταιρείῃ φιλότητι, ἥν τʼ αὐτοῦ γενεὴν ὀνομακλυτὸν ἐξονομάζων· ἀμφιπόλους τε γέραιρε καὶ ἀγλαὰ δώματα νύμφης