χαῖρε, φυὴν ἐρόεσσα, χοροιτύπε, δαιτὸς ἑταίρη, ἀσπασίη προφανεῖσα· πόθεν τόδε καλὸν ἄθυρμα αἰόλον ὄστρακον ἕσσο χέλυς ὄρεσι ζώουσα; ἀλλʼ οἴσω σʼ ἐς δῶμα λαβών· ὄφελός τι μοι ἔσσῃ, οὐδʼ ἀποτιμήσω· σὺ δέ με πρώτιστον ὀνήσεις οἴκοι βέλτερον εἶναι, ἐπεὶ βλαβερὸν τὸ θύρηφιν· ἦ γὰρ ἐπηλυσίης πολυπήμονος ἔσσεαι ἔχμα ζώουσʼ· ἢν δὲ θάνῃς, τότε κεν μάλα καλὸν ἀείδοις. ὣς ἂρʼ ἔφη· καὶ χερσὶν ἅμʼ ἀμφοτέρῃσιν ἀείρας ἂψ εἴσω κίε δῶμα φέρων ἐρατεινὸν ἄθυρμα.