<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2"><l n="298">ἔκλυεν, ἐκ χειρῶν δὲ χαμαὶ βάλε κύδιμον Ἑρμῆν. </l><l n="299">ἕζετο δὲ προπάροιθε καὶ ἐσσύμενός περ ὁδοῖο </l><l n="300">Ἑρμῆν κερτομέων καί μιν πρὸς μῦθον ἔειπε· </l><l n="301"><milestone unit="Para" ed="P"/><!-- <milestone type="startquote"/> -->θάρσει, σπαργανιῶτα, Διὸς καὶ Μαιάδος υἱέ· </l><l n="302">εὑρήσω καὶ ἔπειτα βοῶν ἴφθιμα κάρηνα </l><l n="303">τούτοις οἰωνοῖσι· σὺ δʼ αὖθʼ ὁδὸν ἡγεμονεύσεις.<!-- <milestone type="endquote"/> --></l><l n="304"><milestone unit="Para" ed="P"/>ὣς φάθʼ· ὃ δʼ αὖτʼ ἀνόρουσε θοῶς Κυλλήνιος Ἑομῆς, </l><l n="305">σπουδῇ ἰών· ἄμφω δὲ παρʼ οὔατα χερσὶν ἐώθει </l><l n="306">σπάργανον ἀμφʼ ὤμοισιν ἐελμένος, εἶπε δὲ μῦθον· </l><l n="307"><milestone unit="Para" ed="P"/><!-- <milestone type="startquote"/> -->πῆ με φέρεις, Ἑκάεργε, θεῶν ζαμενέστατε πάντων; </l><l n="308">ἦ με βοῶν ἕνεχʼ ὧδε χολούμενος ὀρσολοπεύεις; </l><l n="309">ὦ πόποι, εἴθʼ ἀπόλοιτο βοῶν γένος· οὐ γὰρ ἐγώ γε </l><l n="310">ὑμετέρας ἔκλεψα βόας οὐδʼ ἄλλον ὄπωπα, </l><l n="311">αἵτινες αἱ βόες εἰσί· τὸ δὲ κλέος οἶον ἀκούω. </l><l n="312">δὸς δὲ δίκην καὶ δέξο παρὰ Ζηνὶ Κρονίωνι.<!-- <milestone type="endquote"/> --></l><l n="313"><milestone unit="Para" ed="P"/>αὐτὰρ ἐπεὶ τὰ ἕκαστα διαρρήδην ἐρίδαινον </l></div></body></text></TEI>