<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2"><l n="270">καί κεν δὴ μέγα θαῦμα μετʼ ἀθανάτοισι γένοιτο, </l><l n="271">παῖδα νέον γεγαῶτα διὲκ προθύροιο περῆσαι </l><l n="272">βουσὶν ἐπʼ ἀγραύλοισι· τὸ δʼ ἀπρεπέως ἀγορεύεις. </l><l n="273">χθὲς γενόμην, ἁπαλοὶ δὲ πόδες, τρηχεῖα δʼ ὕπο χθών. </l><l n="274">εἰ δʼ ἐθέλεις, πατρὸς κεφαλὴν μέγαν ὅρκον ὀμοῦμαι· </l><l n="275">μὴ μὲν ἐγὼ μήτʼ αὐτὸς ὑπίσχομαι αἴτιος εἶναι, </l><l n="276">μήτε τινʼ ἄλλον ὄπωπα βοῶν κλοπὸν ὑμετεράων, </l><l n="277">αἵ τινες αἱ βόες εἰσί· τὸ δὲ κλέος οἶον ἀκούω.<!-- <milestone type="endquote"/> --></l><l n="278"><milestone unit="Para" ed="P"/>ὣς ἄρʼ ἔφη καὶ πυκνὸν ἀπὸ βλεφάρων ἀμαρύσσων </l><l n="279">ὀφρῦς ῥιπτάζεσκεν ὁρώμενος ἔνθα καὶ ἔνθα, </l><l n="280">μάκρʼ ἀποσυρίζων, ἅλιον τὸν μῦθον ἀκούων. </l><l n="281"><milestone unit="Para" ed="P"/>τὸν δʼ ἁπαλὸν γελάσας προσέφη ἑκάεργος Ἀπόλλων· </l><l n="282"><!-- <milestone type="startquote"/> -->ὦ πέπον, ἠπεροπευτά, δολοφραδές, ἦ σε μάλʼ οἴω </l><l n="283">πολλάκις ἀντιτοροῦντα δόμους εὖ ναιετάοντας </l><l n="284">ἔννυχον οὐχ ἕνα μοῦνον ἐπʼ οὔδεϊ φῶτα καθίσσαι, </l><l n="285">σκευάζοντα κατʼ οἶκον ἄτερ ψόφου, οἷʼ ἀγορεύεις· </l><l n="286">πολλοὺς δʼ ἀγραύλους ἀκαχήσεις μηλοβοτῆρας </l><l n="287">οὔρεος ἐν βήσσῃς, ὁπότʼ ἄν κρειῶν ἐρατίζων </l><l n="288">ἀντᾷς βουκολίοισι καὶ εἰροπόκοις ὀίεσσιν. </l><l n="289">ἀλλʼ ἄγε, μὴ πύματόν τε καὶ ὕστατον ὕπνον ἰαύσῃς, </l><l n="290">ἐκ λίκνου κατάβαινε, μελαίνης νυκτὸς ἑταῖρε. </l><l n="291">τοῦτο γὰρ οὖν καὶ ἔπειτα μετʼ ἀθανάτοις γέρας ἕξεις. </l><l n="292">ἀρχὸς φηλητέων κεκλήσεαι ἤματα πάντα.<!-- <milestone type="endquote"/> --></l><l n="293"><milestone unit="Para" ed="P"/>ὣς ἄρʼ ἔφη καὶ παῖδα λαβὼν φέρε Φοῖβος Ἀπόλλων. </l><l n="294">σὺν δʼ ἄρα φρασσάμενος τότε δὴ κρατὺς Ἀργειφόντης </l><l n="295">οἰωνὸν προέηκεν ἀειρόμενος μετὰ χερσί, </l><l n="296">τλήμονα γαστρὸς ἔριθον, ἀτάσθαλον ἀγγελιώτην. <milestone unit="card" n="297" ed="P"/>
      </l><l n="297">ἐσσυμένως δὲ μετʼ αὐτὸν ἐπέπταρε· τοῖο δʼ Ἀπόλλων </l><l n="298">ἔκλυεν, ἐκ χειρῶν δὲ χαμαὶ βάλε κύδιμον Ἑρμῆν. </l><l n="299">ἕζετο δὲ προπάροιθε καὶ ἐσσύμενός περ ὁδοῖο </l></div></body></text></TEI>