καί κεν δὴ μέγα θαῦμα μετʼ ἀθανάτοισι γένοιτο, παῖδα νέον γεγαῶτα διὲκ προθύροιο περῆσαι βουσὶν ἐπʼ ἀγραύλοισι· τὸ δʼ ἀπρεπέως ἀγορεύεις. χθὲς γενόμην, ἁπαλοὶ δὲ πόδες, τρηχεῖα δʼ ὕπο χθών. εἰ δʼ ἐθέλεις, πατρὸς κεφαλὴν μέγαν ὅρκον ὀμοῦμαι· μὴ μὲν ἐγὼ μήτʼ αὐτὸς ὑπίσχομαι αἴτιος εἶναι, μήτε τινʼ ἄλλον ὄπωπα βοῶν κλοπὸν ὑμετεράων, αἵ τινες αἱ βόες εἰσί· τὸ δὲ κλέος οἶον ἀκούω. ὣς ἄρʼ ἔφη καὶ πυκνὸν ἀπὸ βλεφάρων ἀμαρύσσων ὀφρῦς ῥιπτάζεσκεν ὁρώμενος ἔνθα καὶ ἔνθα, μάκρʼ ἀποσυρίζων, ἅλιον τὸν μῦθον ἀκούων. τὸν δʼ ἁπαλὸν γελάσας προσέφη ἑκάεργος Ἀπόλλων· ὦ πέπον, ἠπεροπευτά, δολοφραδές, ἦ σε μάλʼ οἴω πολλάκις ἀντιτοροῦντα δόμους εὖ ναιετάοντας ἔννυχον οὐχ ἕνα μοῦνον ἐπʼ οὔδεϊ φῶτα καθίσσαι, σκευάζοντα κατʼ οἶκον ἄτερ ψόφου, οἷʼ ἀγορεύεις· πολλοὺς δʼ ἀγραύλους ἀκαχήσεις μηλοβοτῆρας οὔρεος ἐν βήσσῃς, ὁπότʼ ἄν κρειῶν ἐρατίζων ἀντᾷς βουκολίοισι καὶ εἰροπόκοις ὀίεσσιν. ἀλλʼ ἄγε, μὴ πύματόν τε καὶ ὕστατον ὕπνον ἰαύσῃς, ἐκ λίκνου κατάβαινε, μελαίνης νυκτὸς ἑταῖρε. τοῦτο γὰρ οὖν καὶ ἔπειτα μετʼ ἀθανάτοις γέρας ἕξεις. ἀρχὸς φηλητέων κεκλήσεαι ἤματα πάντα. ὣς ἄρʼ ἔφη καὶ παῖδα λαβὼν φέρε Φοῖβος Ἀπόλλων. σὺν δʼ ἄρα φρασσάμενος τότε δὴ κρατὺς Ἀργειφόντης οἰωνὸν προέηκεν ἀειρόμενος μετὰ χερσί, τλήμονα γαστρὸς ἔριθον, ἀτάσθαλον ἀγγελιώτην. ἐσσυμένως δὲ μετʼ αὐτὸν ἐπέπταρε· τοῖο δʼ Ἀπόλλων ἔκλυεν, ἐκ χειρῶν δὲ χαμαὶ βάλε κύδιμον Ἑρμῆν. ἕζετο δὲ προπάροιθε καὶ ἐσσύμενός περ ὁδοῖο