<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2"><l n="270">καί κεν δὴ μέγα θαῦμα μετʼ ἀθανάτοισι γένοιτο, </l><l n="271">παῖδα νέον γεγαῶτα διὲκ προθύροιο περῆσαι </l><l n="272">βουσὶν ἐπʼ ἀγραύλοισι· τὸ δʼ ἀπρεπέως ἀγορεύεις. </l><l n="273">χθὲς γενόμην, ἁπαλοὶ δὲ πόδες, τρηχεῖα δʼ ὕπο χθών. </l><l n="274">εἰ δʼ ἐθέλεις, πατρὸς κεφαλὴν μέγαν ὅρκον ὀμοῦμαι· </l><l n="275">μὴ μὲν ἐγὼ μήτʼ αὐτὸς ὑπίσχομαι αἴτιος εἶναι, </l><l n="276">μήτε τινʼ ἄλλον ὄπωπα βοῶν κλοπὸν ὑμετεράων, </l><l n="277">αἵ τινες αἱ βόες εἰσί· τὸ δὲ κλέος οἶον ἀκούω.<!-- <milestone type="endquote"/> --></l><l n="278"><milestone unit="Para" ed="P"/>ὣς ἄρʼ ἔφη καὶ πυκνὸν ἀπὸ βλεφάρων ἀμαρύσσων </l><l n="279">ὀφρῦς ῥιπτάζεσκεν ὁρώμενος ἔνθα καὶ ἔνθα, </l></div></body></text></TEI>