καί κεν δὴ μέγα θαῦμα μετʼ ἀθανάτοισι γένοιτο, παῖδα νέον γεγαῶτα διὲκ προθύροιο περῆσαι βουσὶν ἐπʼ ἀγραύλοισι· τὸ δʼ ἀπρεπέως ἀγορεύεις. χθὲς γενόμην, ἁπαλοὶ δὲ πόδες, τρηχεῖα δʼ ὕπο χθών. εἰ δʼ ἐθέλεις, πατρὸς κεφαλὴν μέγαν ὅρκον ὀμοῦμαι· μὴ μὲν ἐγὼ μήτʼ αὐτὸς ὑπίσχομαι αἴτιος εἶναι, μήτε τινʼ ἄλλον ὄπωπα βοῶν κλοπὸν ὑμετεράων, αἵ τινες αἱ βόες εἰσί· τὸ δὲ κλέος οἶον ἀκούω. ὣς ἄρʼ ἔφη καὶ πυκνὸν ἀπὸ βλεφάρων ἀμαρύσσων ὀφρῦς ῥιπτάζεσκεν ὁρώμενος ἔνθα καὶ ἔνθα,