<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2"><l n="27">βοσκομένη προπάροιθε δόμων ἐριθηλέα ποίην, </l><l n="28">σαῦλα ποσὶν βαίνουσα· Διὸς δʼ ἐριούνιος υἱὸς </l><l n="29">ἀθρήσας ἐγέλασσε καὶ αὐτίκα μῦθον ἔειπε· <milestone unit="card" n="30" ed="P"/>
      </l><l n="30"><milestone unit="Para" ed="P"/><!--<milestone type="startquote"/>-->σύμβολον ἤδη μοι μέγʼ ὀνήσιμον· οὐκ ὀνοτάζω. </l><l n="31">χαῖρε, φυὴν ἐρόεσσα, χοροιτύπε, δαιτὸς ἑταίρη, </l><l n="32">ἀσπασίη προφανεῖσα· πόθεν τόδε καλὸν ἄθυρμα </l><l n="33">αἰόλον ὄστρακον ἕσσο χέλυς ὄρεσι ζώουσα; </l><l n="34">ἀλλʼ οἴσω σʼ ἐς δῶμα λαβών· ὄφελός τι μοι ἔσσῃ, </l><l n="35">οὐδʼ ἀποτιμήσω· σὺ δέ με πρώτιστον ὀνήσεις </l><l n="36">οἴκοι βέλτερον εἶναι, ἐπεὶ βλαβερὸν τὸ θύρηφιν· </l><l n="37">ἦ γὰρ ἐπηλυσίης πολυπήμονος ἔσσεαι ἔχμα </l><l n="38">ζώουσʼ· ἢν δὲ θάνῃς, τότε κεν μάλα καλὸν ἀείδοις.<!--<milestone type="endquote"/>--></l><l n="39"><milestone unit="Para" ed="P"/>ὣς ἂρʼ ἔφη· καὶ χερσὶν ἅμʼ ἀμφοτέρῃσιν ἀείρας </l><l n="40">ἂψ εἴσω κίε δῶμα φέρων ἐρατεινὸν ἄθυρμα. </l><l n="41">ἔνθʼ ἀναπηρώσας γλυφάνῳ πολιοῖο σιδήρου </l><l n="42">αἰῶνʼ ἐξετόρησεν ὀρεσκῴοιο χελώνης. </l></div></body></text></TEI>