βοσκομένη προπάροιθε δόμων ἐριθηλέα ποίην, σαῦλα ποσὶν βαίνουσα· Διὸς δʼ ἐριούνιος υἱὸς ἀθρήσας ἐγέλασσε καὶ αὐτίκα μῦθον ἔειπε· σύμβολον ἤδη μοι μέγʼ ὀνήσιμον· οὐκ ὀνοτάζω. χαῖρε, φυὴν ἐρόεσσα, χοροιτύπε, δαιτὸς ἑταίρη, ἀσπασίη προφανεῖσα· πόθεν τόδε καλὸν ἄθυρμα αἰόλον ὄστρακον ἕσσο χέλυς ὄρεσι ζώουσα; ἀλλʼ οἴσω σʼ ἐς δῶμα λαβών· ὄφελός τι μοι ἔσσῃ, οὐδʼ ἀποτιμήσω· σὺ δέ με πρώτιστον ὀνήσεις οἴκοι βέλτερον εἶναι, ἐπεὶ βλαβερὸν τὸ θύρηφιν· ἦ γὰρ ἐπηλυσίης πολυπήμονος ἔσσεαι ἔχμα ζώουσʼ· ἢν δὲ θάνῃς, τότε κεν μάλα καλὸν ἀείδοις. ὣς ἂρʼ ἔφη· καὶ χερσὶν ἅμʼ ἀμφοτέρῃσιν ἀείρας ἂψ εἴσω κίε δῶμα φέρων ἐρατεινὸν ἄθυρμα. ἔνθʼ ἀναπηρώσας γλυφάνῳ πολιοῖο σιδήρου αἰῶνʼ ἐξετόρησεν ὀρεσκῴοιο χελώνης.