<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2"><l n="260"><milestone unit="Para" ed="P"/>Τὸν δʼ Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισι· </l><l n="261"><!-- <milestone type="startquote"/> -->Λητοΐδη, τίνα τοῦτον ἀπηνέα μῦθον ἔειπας; </l><l n="262">καὶ βοῦς ἀγραύλους διζήμενος ἐνθάδʼ ἱκάνεις; </l><l n="263">οὐκ ἴδον, οὐ πυθόμην, οὐκ ἄλλου μῦθον ἄκουσα· </l><l n="264">οὐκ ἂν μηνύσαιμʼ, οὐκ ἂν μήνυτρον ἀροίμην· </l><l n="265">οὐδὲ βοῶν ἐλατῆρι, κραταιῷ φωτί, ἔοικα. </l><l n="266">οὐκ ἐμὸν ἔργον τοῦτο, πάρος δέ μοι ἄλλα μέμηλεν· </l><l n="267">ὕπνος ἐμοί γε μέμηλε καὶ ἡμετέρης γάλα μητρὸς </l><l n="268">σπάργανά τʼ ἀμφʼ ὤμοισιν ἔχειν καὶ θερμὰ λοετρά. </l><l n="269">μή τις τοῦτο πύθοιτο, πόθεν τόδε νεῖκος ἐτύχθη· </l></div></body></text></TEI>