Τὸν δʼ Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισι· Λητοΐδη, τίνα τοῦτον ἀπηνέα μῦθον ἔειπας; καὶ βοῦς ἀγραύλους διζήμενος ἐνθάδʼ ἱκάνεις; οὐκ ἴδον, οὐ πυθόμην, οὐκ ἄλλου μῦθον ἄκουσα· οὐκ ἂν μηνύσαιμʼ, οὐκ ἂν μήνυτρον ἀροίμην· οὐδὲ βοῶν ἐλατῆρι, κραταιῷ φωτί, ἔοικα. οὐκ ἐμὸν ἔργον τοῦτο, πάρος δέ μοι ἄλλα μέμηλεν· ὕπνος ἐμοί γε μέμηλε καὶ ἡμετέρης γάλα μητρὸς σπάργανά τʼ ἀμφʼ ὤμοισιν ἔχειν καὶ θερμὰ λοετρά. μή τις τοῦτο πύθοιτο, πόθεν τόδε νεῖκος ἐτύχθη·