<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2"><l n="250">πολλὰ δὲ φοινικόεντα καὶ ἄργυφα εἵματα νύμφης, </l><l n="251">οἷα θεῶν μακάρων ἱεροὶ δόμοι ἐντὸς ἔχουσιν· </l><l n="252">ἔνθʼ ἐπεὶ ἐξερέεινε μυχοὺς μεγάλοιο δόμοιο </l><l n="253">Λητοΐδης, μύθοισι προσηύδα κύδιμον Ἑρμῆν· </l><l n="254"><milestone unit="Para" ed="P"/><!-- <milestone type="startquote"/> -->ὦ παῖ, ὃς ἐν λίκνῳ κατάκειαι, μήνυέ μοι βοῦς </l><l n="255">θᾶσσον· ἐπεὶ τάχα νῶι διοισόμεθʼ οὐ κατὰ κόσμον. <milestone unit="card" n="256" ed="P"/>
      </l><l n="256">ῥίψω γάρ σε λαβὼν ἐς Τάρταρον ἠερόεντα, </l><l n="257">ἐς ζόφον αἰνόμορον καὶ ἀμήχανον· οὐδέ σε μήτηρ </l><l n="258">ἐς φάος οὐδὲ πατὴρ ἀναλύσεται, ἀλλʼ ὑπὸ γαίῃ </l><l n="259">ἐρρήσεις ὀλίγοισι μετʼ ἀνδράσιν ἡγεμονεύων.<!-- <milestone type="endquote"/> --></l><l n="260"><milestone unit="Para" ed="P"/>Τὸν δʼ Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισι· </l><l n="261"><!-- <milestone type="startquote"/> -->Λητοΐδη, τίνα τοῦτον ἀπηνέα μῦθον ἔειπας; </l><l n="262">καὶ βοῦς ἀγραύλους διζήμενος ἐνθάδʼ ἱκάνεις; </l><l n="263">οὐκ ἴδον, οὐ πυθόμην, οὐκ ἄλλου μῦθον ἄκουσα· </l><l n="264">οὐκ ἂν μηνύσαιμʼ, οὐκ ἂν μήνυτρον ἀροίμην· </l><l n="265">οὐδὲ βοῶν ἐλατῆρι, κραταιῷ φωτί, ἔοικα. </l></div></body></text></TEI>