πολλὰ δὲ φοινικόεντα καὶ ἄργυφα εἵματα νύμφης, οἷα θεῶν μακάρων ἱεροὶ δόμοι ἐντὸς ἔχουσιν· ἔνθʼ ἐπεὶ ἐξερέεινε μυχοὺς μεγάλοιο δόμοιο Λητοΐδης, μύθοισι προσηύδα κύδιμον Ἑρμῆν· ὦ παῖ, ὃς ἐν λίκνῳ κατάκειαι, μήνυέ μοι βοῦς θᾶσσον· ἐπεὶ τάχα νῶι διοισόμεθʼ οὐ κατὰ κόσμον. ῥίψω γάρ σε λαβὼν ἐς Τάρταρον ἠερόεντα, ἐς ζόφον αἰνόμορον καὶ ἀμήχανον· οὐδέ σε μήτηρ ἐς φάος οὐδὲ πατὴρ ἀναλύσεται, ἀλλʼ ὑπὸ γαίῃ ἐρρήσεις ὀλίγοισι μετʼ ἀνδράσιν ἡγεμονεύων.