<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2"><l n="240">ἐν δʼ ὀλίγῳ συνέλασσε κάρη χεῖράς τε πόδας τε, </l><l n="241">φή ῥα νεόλλουτος, προκαλεύμενος ἥδυμον ὕπνον, </l><l n="242">ἐγρήσσων ἐτεόν γε· χέλυν δʼ ὑπὸ μασχάλῃ εἶχε. </l><l n="243">γνῶ δʼ οὐδʼ ἠγνοίησε Διὸς καὶ Λητοῦς υἱὸς </l><l n="244">νύμφην τʼ οὐρείην περικαλλέα καὶ φίλον υἱόν, </l><l n="245">παῖδʼ ὀλίγον, δολίῃς εἰλυμένον ἐντροπίῃσι. </l><l n="246">παπτήνας δʼ ἀνὰ πάντα μυχὸν μεγάλοιο δόμοιο </l><l n="247">τρεῖς ἀδύτους ἀνέῳγε λαβὼν κληῖδα φαεινὴν </l><l n="248">νέκταρος ἐμπλείους ἠδʼ ἀμβροσίης ἐρατεινῆς· </l><l n="249">πολλὸς δὲ χρυσός τε καὶ ἄργυρος ἔνδον ἔκειτο, </l><l n="250">πολλὰ δὲ φοινικόεντα καὶ ἄργυφα εἵματα νύμφης, </l><l n="251">οἷα θεῶν μακάρων ἱεροὶ δόμοι ἐντὸς ἔχουσιν· </l><l n="252">ἔνθʼ ἐπεὶ ἐξερέεινε μυχοὺς μεγάλοιο δόμοιο </l><l n="253">Λητοΐδης, μύθοισι προσηύδα κύδιμον Ἑρμῆν· </l><l n="254"><milestone unit="Para" ed="P"/><!-- <milestone type="startquote"/> -->ὦ παῖ, ὃς ἐν λίκνῳ κατάκειαι, μήνυέ μοι βοῦς </l><l n="255">θᾶσσον· ἐπεὶ τάχα νῶι διοισόμεθʼ οὐ κατὰ κόσμον. <milestone unit="card" n="256" ed="P"/>
      </l><l n="256">ῥίψω γάρ σε λαβὼν ἐς Τάρταρον ἠερόεντα, </l><l n="257">ἐς ζόφον αἰνόμορον καὶ ἀμήχανον· οὐδέ σε μήτηρ </l><l n="258">ἐς φάος οὐδὲ πατὴρ ἀναλύσεται, ἀλλʼ ὑπὸ γαίῃ </l><l n="259">ἐρρήσεις ὀλίγοισι μετʼ ἀνδράσιν ἡγεμονεύων.<!-- <milestone type="endquote"/> --></l><l n="260"><milestone unit="Para" ed="P"/>Τὸν δʼ Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισι· </l><l n="261"><!-- <milestone type="startquote"/> -->Λητοΐδη, τίνα τοῦτον ἀπηνέα μῦθον ἔειπας; </l><l n="262">καὶ βοῦς ἀγραύλους διζήμενος ἐνθάδʼ ἱκάνεις; </l><l n="263">οὐκ ἴδον, οὐ πυθόμην, οὐκ ἄλλου μῦθον ἄκουσα· </l><l n="264">οὐκ ἂν μηνύσαιμʼ, οὐκ ἂν μήνυτρον ἀροίμην· </l><l n="265">οὐδὲ βοῶν ἐλατῆρι, κραταιῷ φωτί, ἔοικα. </l><l n="266">οὐκ ἐμὸν ἔργον τοῦτο, πάρος δέ μοι ἄλλα μέμηλεν· </l><l n="267">ὕπνος ἐμοί γε μέμηλε καὶ ἡμετέρης γάλα μητρὸς </l><l n="268">σπάργανά τʼ ἀμφʼ ὤμοισιν ἔχειν καὶ θερμὰ λοετρά. </l><l n="269">μή τις τοῦτο πύθοιτο, πόθεν τόδε νεῖκος ἐτύχθη· </l></div></body></text></TEI>