ἐν δʼ ὀλίγῳ συνέλασσε κάρη χεῖράς τε πόδας τε, φή ῥα νεόλλουτος, προκαλεύμενος ἥδυμον ὕπνον, ἐγρήσσων ἐτεόν γε· χέλυν δʼ ὑπὸ μασχάλῃ εἶχε. γνῶ δʼ οὐδʼ ἠγνοίησε Διὸς καὶ Λητοῦς υἱὸς νύμφην τʼ οὐρείην περικαλλέα καὶ φίλον υἱόν, παῖδʼ ὀλίγον, δολίῃς εἰλυμένον ἐντροπίῃσι. παπτήνας δʼ ἀνὰ πάντα μυχὸν μεγάλοιο δόμοιο τρεῖς ἀδύτους ἀνέῳγε λαβὼν κληῖδα φαεινὴν νέκταρος ἐμπλείους ἠδʼ ἀμβροσίης ἐρατεινῆς· πολλὸς δὲ χρυσός τε καὶ ἄργυρος ἔνδον ἔκειτο, πολλὰ δὲ φοινικόεντα καὶ ἄργυφα εἵματα νύμφης, οἷα θεῶν μακάρων ἱεροὶ δόμοι ἐντὸς ἔχουσιν· ἔνθʼ ἐπεὶ ἐξερέεινε μυχοὺς μεγάλοιο δόμοιο Λητοΐδης, μύθοισι προσηύδα κύδιμον Ἑρμῆν· ὦ παῖ, ὃς ἐν λίκνῳ κατάκειαι, μήνυέ μοι βοῦς θᾶσσον· ἐπεὶ τάχα νῶι διοισόμεθʼ οὐ κατὰ κόσμον. ῥίψω γάρ σε λαβὼν ἐς Τάρταρον ἠερόεντα, ἐς ζόφον αἰνόμορον καὶ ἀμήχανον· οὐδέ σε μήτηρ ἐς φάος οὐδὲ πατὴρ ἀναλύσεται, ἀλλʼ ὑπὸ γαίῃ ἐρρήσεις ὀλίγοισι μετʼ ἀνδράσιν ἡγεμονεύων. Τὸν δʼ Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισι· Λητοΐδη, τίνα τοῦτον ἀπηνέα μῦθον ἔειπας; καὶ βοῦς ἀγραύλους διζήμενος ἐνθάδʼ ἱκάνεις; οὐκ ἴδον, οὐ πυθόμην, οὐκ ἄλλου μῦθον ἄκουσα· οὐκ ἂν μηνύσαιμʼ, οὐκ ἂν μήνυτρον ἀροίμην· οὐδὲ βοῶν ἐλατῆρι, κραταιῷ φωτί, ἔοικα. οὐκ ἐμὸν ἔργον τοῦτο, πάρος δέ μοι ἄλλα μέμηλεν· ὕπνος ἐμοί γε μέμηλε καὶ ἡμετέρης γάλα μητρὸς σπάργανά τʼ ἀμφʼ ὤμοισιν ἔχειν καὶ θερμὰ λοετρά. μή τις τοῦτο πύθοιτο, πόθεν τόδε νεῖκος ἐτύχθη·