<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2"><l n="234">ἄντρον ἐς ἠερόεν ἑκατηβόλος αὐτὸς Ἀπόλλων. </l><l n="235"><milestone unit="Para" ed="P"/>Τὸν δʼ ὡς οὖν ἐνόησε Διὸς καὶ Μαιάδος υἱὸς </l><l n="236">χωόμενον περὶ βουσὶν ἑκηβόλον Ἀπόλλωνα, </l><l n="237">σπάργανʼ ἔσω κατέδυνε θυήεντʼ· ἠύτε πολλὴν </l><l n="238">πρέμνων ἀνθρακιὴν ὕλης σποδὸς ἀμφικαλύπτει, </l><l n="239">ὣς Ἑρμῆς Ἑκάεργον ἰδὼν ἀνέειλεν ἑαυτόν. </l><l n="240">ἐν δʼ ὀλίγῳ συνέλασσε κάρη χεῖράς τε πόδας τε, </l><l n="241">φή ῥα νεόλλουτος, προκαλεύμενος ἥδυμον ὕπνον, </l><l n="242">ἐγρήσσων ἐτεόν γε· χέλυν δʼ ὑπὸ μασχάλῃ εἶχε. </l><l n="243">γνῶ δʼ οὐδʼ ἠγνοίησε Διὸς καὶ Λητοῦς υἱὸς </l><l n="244">νύμφην τʼ οὐρείην περικαλλέα καὶ φίλον υἱόν, </l><l n="245">παῖδʼ ὀλίγον, δολίῃς εἰλυμένον ἐντροπίῃσι. </l><l n="246">παπτήνας δʼ ἀνὰ πάντα μυχὸν μεγάλοιο δόμοιο </l><l n="247">τρεῖς ἀδύτους ἀνέῳγε λαβὼν κληῖδα φαεινὴν </l><l n="248">νέκταρος ἐμπλείους ἠδʼ ἀμβροσίης ἐρατεινῆς· </l><l n="249">πολλὸς δὲ χρυσός τε καὶ ἄργυρος ἔνδον ἔκειτο, </l></div></body></text></TEI>