ἄντρον ἐς ἠερόεν ἑκατηβόλος αὐτὸς Ἀπόλλων. Τὸν δʼ ὡς οὖν ἐνόησε Διὸς καὶ Μαιάδος υἱὸς χωόμενον περὶ βουσὶν ἑκηβόλον Ἀπόλλωνα, σπάργανʼ ἔσω κατέδυνε θυήεντʼ· ἠύτε πολλὴν πρέμνων ἀνθρακιὴν ὕλης σποδὸς ἀμφικαλύπτει, ὣς Ἑρμῆς Ἑκάεργον ἰδὼν ἀνέειλεν ἑαυτόν. ἐν δʼ ὀλίγῳ συνέλασσε κάρη χεῖράς τε πόδας τε, φή ῥα νεόλλουτος, προκαλεύμενος ἥδυμον ὕπνον, ἐγρήσσων ἐτεόν γε· χέλυν δʼ ὑπὸ μασχάλῃ εἶχε. γνῶ δʼ οὐδʼ ἠγνοίησε Διὸς καὶ Λητοῦς υἱὸς νύμφην τʼ οὐρείην περικαλλέα καὶ φίλον υἱόν, παῖδʼ ὀλίγον, δολίῃς εἰλυμένον ἐντροπίῃσι. παπτήνας δʼ ἀνὰ πάντα μυχὸν μεγάλοιο δόμοιο τρεῖς ἀδύτους ἀνέῳγε λαβὼν κληῖδα φαεινὴν νέκταρος ἐμπλείους ἠδʼ ἀμβροσίης ἐρατεινῆς· πολλὸς δὲ χρυσός τε καὶ ἄργυρος ἔνδον ἔκειτο,