<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2"><l n="218">ἴχνιά τʼ εἰσενόησεν Ἑκηβόλος εἶπέ τε μῦθον· </l><l n="219"><milestone unit="Para" ed="P"/><!-- <milestone type="startquote"/> -->ὦ πόποι, ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι· </l><l n="220">ἴχνια μὲν τάδε γʼ ἐστὶ βοῶν ὀρθοκραιράων, </l><l n="221">ἀλλὰ πάλιν τέτραπται ἐς ἀσφοδελὸν λειμῶνα· </l><l n="222">βήματα δʼ οὔτʼ ἀνδρὸς τάδε γίγνεται οὔτε γυναικὸς </l><l n="223">οὔτε λύκων πολιῶν οὔτʼ ἄρκτων οὔτε λεόντων· </l><l n="224">οὔτε τι Κενταύρου λασιαύχενος ἔλπομαι εἶναι, </l><l n="225">ὅς τις τοῖα πέλωρα βιβᾷ ποσὶ καρπαλίμοισιν· </l><l n="226">αἰνὰ μὲν ἔνθεν ὁδοῖο, τὰ δʼ αἰνότερʼ ἔνθεν ὁδοῖο.<!-- <milestone type="endquote"/> --></l><l n="227"><milestone unit="Para" ed="P"/>ὣς εἰπὼν ἤιξεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων· </l><l n="228">Κυλλήνης δʼ ἀφίκανεν ὄρος καταείμενον ὕλῃ, </l><l n="229">πέτρης ἐς κευθμῶνα βαθύσκιον, ἔνθα τε νύμφη </l><l n="230">ἀμβροσίη ἐλόχευσε Διὸς παῖδα Κρονίωνος. </l><l n="231">ὀδμὴ δʼ ἱμερόεσσα διʼ οὔρεος ἠγαθέοιο </l><l n="232">κίδνατο, πολλὰ δὲ μῆλα ταναύποδα βόσκετο ποίην. </l><l n="233">ἔνθα τότε σπεύδων κατεβήσατο λάινον οὐδὸν </l></div></body></text></TEI>