ἴχνιά τʼ εἰσενόησεν Ἑκηβόλος εἶπέ τε μῦθον· ὦ πόποι, ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι· ἴχνια μὲν τάδε γʼ ἐστὶ βοῶν ὀρθοκραιράων, ἀλλὰ πάλιν τέτραπται ἐς ἀσφοδελὸν λειμῶνα· βήματα δʼ οὔτʼ ἀνδρὸς τάδε γίγνεται οὔτε γυναικὸς οὔτε λύκων πολιῶν οὔτʼ ἄρκτων οὔτε λεόντων· οὔτε τι Κενταύρου λασιαύχενος ἔλπομαι εἶναι, ὅς τις τοῖα πέλωρα βιβᾷ ποσὶ καρπαλίμοισιν· αἰνὰ μὲν ἔνθεν ὁδοῖο, τὰ δʼ αἰνότερʼ ἔνθεν ὁδοῖο. ὣς εἰπὼν ἤιξεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων· Κυλλήνης δʼ ἀφίκανεν ὄρος καταείμενον ὕλῃ, πέτρης ἐς κευθμῶνα βαθύσκιον, ἔνθα τε νύμφη ἀμβροσίη ἐλόχευσε Διὸς παῖδα Κρονίωνος. ὀδμὴ δʼ ἱμερόεσσα διʼ οὔρεος ἠγαθέοιο κίδνατο, πολλὰ δὲ μῆλα ταναύποδα βόσκετο ποίην. ἔνθα τότε σπεύδων κατεβήσατο λάινον οὐδὸν