<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2"><l n="210">νήπιος, εἶχε δὲ ῥάβδον· ἐπιστροφάδην δʼ ἐβάδιζεν. </l><l n="211">ἐξοπίσω δʼ ἀνέεργε, κάρη δʼ ἔχεν ἀντίον αὐτῷ.<!-- <milestone type="endquote"/> --> </l><l n="212"><milestone unit="Para" ed="P"/>φῆ ῥʼ ὁ γέρων· ὃ δὲ θᾶσσον ὁδὸν κίε μῦθον ἀκούσας· </l><l n="213">οἰωνὸν δʼ ἐνόει τανυσίπτερον, αὐτίκα δʼ ἔγνω </l><l n="214">φηλητὴν γεγαῶτα Διὸς παῖδα Κρονίωνος. <milestone unit="card" n="215" ed="P"/>
      </l><l n="215">ἐσσυμένως δʼ ἤιξεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων </l><l n="216">ἐς Πύλον ἠγαθέην διζήμενος εἰλίποδας βοῦς, </l><l n="217">πορφυρέῃ νεφέλῃ κεκαλυμμένος εὐρέας ὤμους· </l><l n="218">ἴχνιά τʼ εἰσενόησεν Ἑκηβόλος εἶπέ τε μῦθον· </l><l n="219"><milestone unit="Para" ed="P"/><!-- <milestone type="startquote"/> -->ὦ πόποι, ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι· </l><l n="220">ἴχνια μὲν τάδε γʼ ἐστὶ βοῶν ὀρθοκραιράων, </l><l n="221">ἀλλὰ πάλιν τέτραπται ἐς ἀσφοδελὸν λειμῶνα· </l><l n="222">βήματα δʼ οὔτʼ ἀνδρὸς τάδε γίγνεται οὔτε γυναικὸς </l><l n="223">οὔτε λύκων πολιῶν οὔτʼ ἄρκτων οὔτε λεόντων· </l><l n="224">οὔτε τι Κενταύρου λασιαύχενος ἔλπομαι εἶναι, </l><l n="225">ὅς τις τοῖα πέλωρα βιβᾷ ποσὶ καρπαλίμοισιν· </l><l n="226">αἰνὰ μὲν ἔνθεν ὁδοῖο, τὰ δʼ αἰνότερʼ ἔνθεν ὁδοῖο.<!-- <milestone type="endquote"/> --></l><l n="227"><milestone unit="Para" ed="P"/>ὣς εἰπὼν ἤιξεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων· </l><l n="228">Κυλλήνης δʼ ἀφίκανεν ὄρος καταείμενον ὕλῃ, </l><l n="229">πέτρης ἐς κευθμῶνα βαθύσκιον, ἔνθα τε νύμφη </l><l n="230">ἀμβροσίη ἐλόχευσε Διὸς παῖδα Κρονίωνος. </l><l n="231">ὀδμὴ δʼ ἱμερόεσσα διʼ οὔρεος ἠγαθέοιο </l><l n="232">κίδνατο, πολλὰ δὲ μῆλα ταναύποδα βόσκετο ποίην. </l><l n="233">ἔνθα τότε σπεύδων κατεβήσατο λάινον οὐδὸν </l><l n="234">ἄντρον ἐς ἠερόεν ἑκατηβόλος αὐτὸς Ἀπόλλων. </l><l n="235"><milestone unit="Para" ed="P"/>Τὸν δʼ ὡς οὖν ἐνόησε Διὸς καὶ Μαιάδος υἱὸς </l><l n="236">χωόμενον περὶ βουσὶν ἑκηβόλον Ἀπόλλωνα, </l><l n="237">σπάργανʼ ἔσω κατέδυνε θυήεντʼ· ἠύτε πολλὴν </l><l n="238">πρέμνων ἀνθρακιὴν ὕλης σποδὸς ἀμφικαλύπτει, </l><l n="239">ὣς Ἑρμῆς Ἑκάεργον ἰδὼν ἀνέειλεν ἑαυτόν. </l></div></body></text></TEI>