νήπιος, εἶχε δὲ ῥάβδον· ἐπιστροφάδην δʼ ἐβάδιζεν. ἐξοπίσω δʼ ἀνέεργε, κάρη δʼ ἔχεν ἀντίον αὐτῷ. φῆ ῥʼ ὁ γέρων· ὃ δὲ θᾶσσον ὁδὸν κίε μῦθον ἀκούσας· οἰωνὸν δʼ ἐνόει τανυσίπτερον, αὐτίκα δʼ ἔγνω φηλητὴν γεγαῶτα Διὸς παῖδα Κρονίωνος. ἐσσυμένως δʼ ἤιξεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων ἐς Πύλον ἠγαθέην διζήμενος εἰλίποδας βοῦς, πορφυρέῃ νεφέλῃ κεκαλυμμένος εὐρέας ὤμους· ἴχνιά τʼ εἰσενόησεν Ἑκηβόλος εἶπέ τε μῦθον· ὦ πόποι, ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι· ἴχνια μὲν τάδε γʼ ἐστὶ βοῶν ὀρθοκραιράων, ἀλλὰ πάλιν τέτραπται ἐς ἀσφοδελὸν λειμῶνα· βήματα δʼ οὔτʼ ἀνδρὸς τάδε γίγνεται οὔτε γυναικὸς οὔτε λύκων πολιῶν οὔτʼ ἄρκτων οὔτε λεόντων· οὔτε τι Κενταύρου λασιαύχενος ἔλπομαι εἶναι, ὅς τις τοῖα πέλωρα βιβᾷ ποσὶ καρπαλίμοισιν· αἰνὰ μὲν ἔνθεν ὁδοῖο, τὰ δʼ αἰνότερʼ ἔνθεν ὁδοῖο. ὣς εἰπὼν ἤιξεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων· Κυλλήνης δʼ ἀφίκανεν ὄρος καταείμενον ὕλῃ, πέτρης ἐς κευθμῶνα βαθύσκιον, ἔνθα τε νύμφη ἀμβροσίη ἐλόχευσε Διὸς παῖδα Κρονίωνος. ὀδμὴ δʼ ἱμερόεσσα διʼ οὔρεος ἠγαθέοιο κίδνατο, πολλὰ δὲ μῆλα ταναύποδα βόσκετο ποίην. ἔνθα τότε σπεύδων κατεβήσατο λάινον οὐδὸν ἄντρον ἐς ἠερόεν ἑκατηβόλος αὐτὸς Ἀπόλλων. Τὸν δʼ ὡς οὖν ἐνόησε Διὸς καὶ Μαιάδος υἱὸς χωόμενον περὶ βουσὶν ἑκηβόλον Ἀπόλλωνα, σπάργανʼ ἔσω κατέδυνε θυήεντʼ· ἠύτε πολλὴν πρέμνων ἀνθρακιὴν ὕλης σποδὸς ἀμφικαλύπτει, ὣς Ἑρμῆς Ἑκάεργον ἰδὼν ἀνέειλεν ἑαυτόν.