οὐκέτι δηρὸν ἔκειτο μένων ἱερῷ ἐνὶ λίκνῳ, ἀλλʼ ὅ γʼ ἀναΐξας ζήτει βόας Ἀπόλλωνος οὐδὸν ὑπερβαίνων ὑψηρεφέος ἄντροιο. ἔνθα χέλυν εὑρὼν ἐκτήσατο μυρίον ὄλβον· Ἑρμῆς τοι πρώτιστα χέλυν τεκτήνατʼ ἀοιδόν· ἥ ῥά οἱ ἀντεβόλησεν ἐπʼ αὐλείῃσι θύρῃσι βοσκομένη προπάροιθε δόμων ἐριθηλέα ποίην, σαῦλα ποσὶν βαίνουσα· Διὸς δʼ ἐριούνιος υἱὸς ἀθρήσας ἐγέλασσε καὶ αὐτίκα μῦθον ἔειπε· σύμβολον ἤδη μοι μέγʼ ὀνήσιμον· οὐκ ὀνοτάζω.