<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2"><l n="202"><!-- <milestone type="startquote"/> -->ὦ φίλος, ἀργαλέον μέν, ὅσʼ ὀφθαλμοῖσιν ἴδοιτο, </l><l n="203">πάντα λέγειν· πολλοὶ γὰρ ὁδὸν πρήσσουσιν ὁδῖται, </l><l n="204">τῶν οἳ μὲν κακὰ πολλὰ μεμαότες, οἳ δὲ μάλʼ ἐσθλὰ </l><l n="205">φοιτῶσιν· χαλεπὸν δὲ δαήμεναί ἐστιν ἕκαστον· </l><l n="206">αὐτὰρ ἐγὼ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα </l><l n="207">ἔσκαπτον περὶ γουνὸν ἀλωῆς οἰνοπέδοιο· </l><l n="208">παῖδα δʼ ἔδοξα, φέριστε, σαφὲς δʼ οὐκ οἶδα, νοῆσαι, </l><l n="209">ὅς τις ὁ παῖς, ἅμα βουσὶν ἐυκραίρῃσιν ὀπήδει </l><l n="210">νήπιος, εἶχε δὲ ῥάβδον· ἐπιστροφάδην δʼ ἐβάδιζεν. </l><l n="211">ἐξοπίσω δʼ ἀνέεργε, κάρη δʼ ἔχεν ἀντίον αὐτῷ.<!-- <milestone type="endquote"/> --> </l><l n="212"><milestone unit="Para" ed="P"/>φῆ ῥʼ ὁ γέρων· ὃ δὲ θᾶσσον ὁδὸν κίε μῦθον ἀκούσας· </l><l n="213">οἰωνὸν δʼ ἐνόει τανυσίπτερον, αὐτίκα δʼ ἔγνω </l><l n="214">φηλητὴν γεγαῶτα Διὸς παῖδα Κρονίωνος. <milestone unit="card" n="215" ed="P"/>
      </l><l n="215">ἐσσυμένως δʼ ἤιξεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων </l><l n="216">ἐς Πύλον ἠγαθέην διζήμενος εἰλίποδας βοῦς, </l><l n="217">πορφυρέῃ νεφέλῃ κεκαλυμμένος εὐρέας ὤμους· </l></div></body></text></TEI>