<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2"><l n="200">ἀνέρα ταῖσδʼ ἐπὶ βουσὶ διαπρήσσοντα κέλευθον.<!--  <milestone type="endquote"/>--></l><l n="201"><milestone unit="Para" ed="P"/>τὸν δʼ ὁ γέρων μύθοισιν ἀμειβόμενος προσέειπεν· </l><l n="202"><!-- <milestone type="startquote"/> -->ὦ φίλος, ἀργαλέον μέν, ὅσʼ ὀφθαλμοῖσιν ἴδοιτο, </l><l n="203">πάντα λέγειν· πολλοὶ γὰρ ὁδὸν πρήσσουσιν ὁδῖται, </l><l n="204">τῶν οἳ μὲν κακὰ πολλὰ μεμαότες, οἳ δὲ μάλʼ ἐσθλὰ </l><l n="205">φοιτῶσιν· χαλεπὸν δὲ δαήμεναί ἐστιν ἕκαστον· </l><l n="206">αὐτὰρ ἐγὼ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα </l><l n="207">ἔσκαπτον περὶ γουνὸν ἀλωῆς οἰνοπέδοιο· </l><l n="208">παῖδα δʼ ἔδοξα, φέριστε, σαφὲς δʼ οὐκ οἶδα, νοῆσαι, </l><l n="209">ὅς τις ὁ παῖς, ἅμα βουσὶν ἐυκραίρῃσιν ὀπήδει </l></div></body></text></TEI>