ἀνέρα ταῖσδʼ ἐπὶ βουσὶ διαπρήσσοντα κέλευθον. τὸν δʼ ὁ γέρων μύθοισιν ἀμειβόμενος προσέειπεν· ὦ φίλος, ἀργαλέον μέν, ὅσʼ ὀφθαλμοῖσιν ἴδοιτο, πάντα λέγειν· πολλοὶ γὰρ ὁδὸν πρήσσουσιν ὁδῖται, τῶν οἳ μὲν κακὰ πολλὰ μεμαότες, οἳ δὲ μάλʼ ἐσθλὰ φοιτῶσιν· χαλεπὸν δὲ δαήμεναί ἐστιν ἕκαστον· αὐτὰρ ἐγὼ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα ἔσκαπτον περὶ γουνὸν ἀλωῆς οἰνοπέδοιο· παῖδα δʼ ἔδοξα, φέριστε, σαφὲς δʼ οὐκ οἶδα, νοῆσαι, ὅς τις ὁ παῖς, ἅμα βουσὶν ἐυκραίρῃσιν ὀπήδει