ὦ γέρον, Ὀγχηστοῖο βατοδρόπε ποιήεντος, βοῦς ἀπὸ Πιερίης διζήμενος ἐνθάδʼ ἱκάνω, πάσας θηλείας, πάσας κεράεσσιν ἑλικτάς, ἐξ ἀγέλης· ὁ δὲ ταῦρος ἐβόσκετο μοῦνος ἀπʼ ἄλλων κυάνεος· χαροποὶ δὲ κύνες κατόπισθεν ἕποντο τέσσαρες, ἠύτε φῶτες, ὁμόφρονες· οἳ μὲν ἔλειφθεν, οἵ τε κύνες ὅ τε ταῦρος· ὃ δὴ περὶ θαῦμα τέτυκται· ταὶ δʼ ἔβαν ἠελίοιο νέον καταδυομένοιο ἐκ μαλακοῦ λειμῶνος ἀπὸ γλυκεροῖο νομοῖο. ταῦτά μοι εἰπέ, γεραιὲ παλαιγενές, εἴ που ὄπωπας