Ὀγχηστόνδʼ ἀφίκανε κιών, πολυήρατον ἄλσος ἁγνὸν ἐρισφαράγου Γαιηόχου· ἔνθα γέροντα κνώδαλον εὗρε νέμοντα παρʼ ἔξοδον ἕρκεος αὐλῆς. τὸν πρότερος προσέφη Λητοῦς ἐρικυδέος υἱός· ὦ γέρον, Ὀγχηστοῖο βατοδρόπε ποιήεντος, βοῦς ἀπὸ Πιερίης διζήμενος ἐνθάδʼ ἱκάνω, πάσας θηλείας, πάσας κεράεσσιν ἑλικτάς, ἐξ ἀγέλης· ὁ δὲ ταῦρος ἐβόσκετο μοῦνος ἀπʼ ἄλλων κυάνεος· χαροποὶ δὲ κύνες κατόπισθεν ἕποντο τέσσαρες, ἠύτε φῶτες, ὁμόφρονες· οἳ μὲν ἔλειφθεν, οἵ τε κύνες ὅ τε ταῦρος· ὃ δὴ περὶ θαῦμα τέτυκται· ταὶ δʼ ἔβαν ἠελίοιο νέον καταδυομένοιο ἐκ μαλακοῦ λειμῶνος ἀπὸ γλυκεροῖο νομοῖο. ταῦτά μοι εἰπέ, γεραιὲ παλαιγενές, εἴ που ὄπωπας ἀνέρα ταῖσδʼ ἐπὶ βουσὶ διαπρήσσοντα κέλευθον. τὸν δʼ ὁ γέρων μύθοισιν ἀμειβόμενος προσέειπεν·