<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2"><l n="180">πορθήσω καὶ χρυσόν, ἅλις τʼ αἴθωνα σίδηρον </l><l n="181">καὶ πολλὴν ἐσθῆτα· σὺ δʼ ὄψεαι, αἴ κʼ ἐθέλῃσθα.<!-- <milestone type="endquote"/> --></l><l n="182"><milestone unit="Para" ed="P"/>ὣς οἳ μέν ῥʼ ἐπέεσσι πρὸς ἀλλήλους ἀγόρευον, </l><l n="183">υἱός τʼ αἰγιόχοιο Διὸς καὶ πότνια Μαῖα. </l><l n="184">Ἠὼς δʼ ἠριγένεια φόως θνητοῖσι φέρουσα </l><l n="185">ὤρνυτʼ ἀπʼ Ὠκεανοῖο βαθυρρόου· αὐτὰρ Ἀπόλλων </l><l n="186">Ὀγχηστόνδʼ ἀφίκανε κιών, πολυήρατον ἄλσος </l><l n="187">ἁγνὸν ἐρισφαράγου Γαιηόχου· ἔνθα γέροντα </l><l n="188">κνώδαλον εὗρε νέμοντα παρʼ ἔξοδον ἕρκεος αὐλῆς. </l><l n="189">τὸν πρότερος προσέφη Λητοῦς ἐρικυδέος υἱός· </l><l n="190"><milestone unit="Para" ed="P"/><!-- <milestone type="startquote"/> -->ὦ γέρον, Ὀγχηστοῖο βατοδρόπε ποιήεντος, </l><l n="191">βοῦς ἀπὸ Πιερίης διζήμενος ἐνθάδʼ ἱκάνω, </l><l n="192">πάσας θηλείας, πάσας κεράεσσιν ἑλικτάς, </l><l n="193">ἐξ ἀγέλης· ὁ δὲ ταῦρος ἐβόσκετο μοῦνος ἀπʼ ἄλλων </l><l n="194">κυάνεος· χαροποὶ δὲ κύνες κατόπισθεν ἕποντο </l><l n="195">τέσσαρες, ἠύτε φῶτες, ὁμόφρονες· οἳ μὲν ἔλειφθεν, </l><l n="196">οἵ τε κύνες ὅ τε ταῦρος· ὃ δὴ περὶ θαῦμα τέτυκται· </l><l n="197">ταὶ δʼ ἔβαν ἠελίοιο νέον καταδυομένοιο </l><l n="198">ἐκ μαλακοῦ λειμῶνος ἀπὸ γλυκεροῖο νομοῖο. </l><l n="199">ταῦτά μοι εἰπέ, γεραιὲ παλαιγενές, εἴ που ὄπωπας </l><l n="200">ἀνέρα ταῖσδʼ ἐπὶ βουσὶ διαπρήσσοντα κέλευθον.<!--  <milestone type="endquote"/>--></l><l n="201"><milestone unit="Para" ed="P"/>τὸν δʼ ὁ γέρων μύθοισιν ἀμειβόμενος προσέειπεν· </l><l n="202"><!-- <milestone type="startquote"/> -->ὦ φίλος, ἀργαλέον μέν, ὅσʼ ὀφθαλμοῖσιν ἴδοιτο, </l><l n="203">πάντα λέγειν· πολλοὶ γὰρ ὁδὸν πρήσσουσιν ὁδῖται, </l><l n="204">τῶν οἳ μὲν κακὰ πολλὰ μεμαότες, οἳ δὲ μάλʼ ἐσθλὰ </l><l n="205">φοιτῶσιν· χαλεπὸν δὲ δαήμεναί ἐστιν ἕκαστον· </l><l n="206">αὐτὰρ ἐγὼ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα </l><l n="207">ἔσκαπτον περὶ γουνὸν ἀλωῆς οἰνοπέδοιο· </l><l n="208">παῖδα δʼ ἔδοξα, φέριστε, σαφὲς δʼ οὐκ οἶδα, νοῆσαι, </l><l n="209">ὅς τις ὁ παῖς, ἅμα βουσὶν ἐυκραίρῃσιν ὀπήδει </l></div></body></text></TEI>