πορθήσω καὶ χρυσόν, ἅλις τʼ αἴθωνα σίδηρον καὶ πολλὴν ἐσθῆτα· σὺ δʼ ὄψεαι, αἴ κʼ ἐθέλῃσθα. ὣς οἳ μέν ῥʼ ἐπέεσσι πρὸς ἀλλήλους ἀγόρευον, υἱός τʼ αἰγιόχοιο Διὸς καὶ πότνια Μαῖα. Ἠὼς δʼ ἠριγένεια φόως θνητοῖσι φέρουσα ὤρνυτʼ ἀπʼ Ὠκεανοῖο βαθυρρόου· αὐτὰρ Ἀπόλλων Ὀγχηστόνδʼ ἀφίκανε κιών, πολυήρατον ἄλσος ἁγνὸν ἐρισφαράγου Γαιηόχου· ἔνθα γέροντα κνώδαλον εὗρε νέμοντα παρʼ ἔξοδον ἕρκεος αὐλῆς. τὸν πρότερος προσέφη Λητοῦς ἐρικυδέος υἱός· ὦ γέρον, Ὀγχηστοῖο βατοδρόπε ποιήεντος, βοῦς ἀπὸ Πιερίης διζήμενος ἐνθάδʼ ἱκάνω, πάσας θηλείας, πάσας κεράεσσιν ἑλικτάς, ἐξ ἀγέλης· ὁ δὲ ταῦρος ἐβόσκετο μοῦνος ἀπʼ ἄλλων κυάνεος· χαροποὶ δὲ κύνες κατόπισθεν ἕποντο τέσσαρες, ἠύτε φῶτες, ὁμόφρονες· οἳ μὲν ἔλειφθεν, οἵ τε κύνες ὅ τε ταῦρος· ὃ δὴ περὶ θαῦμα τέτυκται· ταὶ δʼ ἔβαν ἠελίοιο νέον καταδυομένοιο ἐκ μαλακοῦ λειμῶνος ἀπὸ γλυκεροῖο νομοῖο. ταῦτά μοι εἰπέ, γεραιὲ παλαιγενές, εἴ που ὄπωπας ἀνέρα ταῖσδʼ ἐπὶ βουσὶ διαπρήσσοντα κέλευθον. τὸν δʼ ὁ γέρων μύθοισιν ἀμειβόμενος προσέειπεν· ὦ φίλος, ἀργαλέον μέν, ὅσʼ ὀφθαλμοῖσιν ἴδοιτο, πάντα λέγειν· πολλοὶ γὰρ ὁδὸν πρήσσουσιν ὁδῖται, τῶν οἳ μὲν κακὰ πολλὰ μεμαότες, οἳ δὲ μάλʼ ἐσθλὰ φοιτῶσιν· χαλεπὸν δὲ δαήμεναί ἐστιν ἕκαστον· αὐτὰρ ἐγὼ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα ἔσκαπτον περὶ γουνὸν ἀλωῆς οἰνοπέδοιο· παῖδα δʼ ἔδοξα, φέριστε, σαφὲς δʼ οὐκ οἶδα, νοῆσαι, ὅς τις ὁ παῖς, ἅμα βουσὶν ἐυκραίρῃσιν ὀπήδει