<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2"><l n="180">πορθήσω καὶ χρυσόν, ἅλις τʼ αἴθωνα σίδηρον </l><l n="181">καὶ πολλὴν ἐσθῆτα· σὺ δʼ ὄψεαι, αἴ κʼ ἐθέλῃσθα.<!-- <milestone type="endquote"/> --></l><l n="182"><milestone unit="Para" ed="P"/>ὣς οἳ μέν ῥʼ ἐπέεσσι πρὸς ἀλλήλους ἀγόρευον, </l><l n="183">υἱός τʼ αἰγιόχοιο Διὸς καὶ πότνια Μαῖα. </l><l n="184">Ἠὼς δʼ ἠριγένεια φόως θνητοῖσι φέρουσα </l><l n="185">ὤρνυτʼ ἀπʼ Ὠκεανοῖο βαθυρρόου· αὐτὰρ Ἀπόλλων </l><l n="186">Ὀγχηστόνδʼ ἀφίκανε κιών, πολυήρατον ἄλσος </l><l n="187">ἁγνὸν ἐρισφαράγου Γαιηόχου· ἔνθα γέροντα </l><l n="188">κνώδαλον εὗρε νέμοντα παρʼ ἔξοδον ἕρκεος αὐλῆς. </l><l n="189">τὸν πρότερος προσέφη Λητοῦς ἐρικυδέος υἱός· </l></div></body></text></TEI>