πορθήσω καὶ χρυσόν, ἅλις τʼ αἴθωνα σίδηρον καὶ πολλὴν ἐσθῆτα· σὺ δʼ ὄψεαι, αἴ κʼ ἐθέλῃσθα. ὣς οἳ μέν ῥʼ ἐπέεσσι πρὸς ἀλλήλους ἀγόρευον, υἱός τʼ αἰγιόχοιο Διὸς καὶ πότνια Μαῖα. Ἠὼς δʼ ἠριγένεια φόως θνητοῖσι φέρουσα ὤρνυτʼ ἀπʼ Ὠκεανοῖο βαθυρρόου· αὐτὰρ Ἀπόλλων Ὀγχηστόνδʼ ἀφίκανε κιών, πολυήρατον ἄλσος ἁγνὸν ἐρισφαράγου Γαιηόχου· ἔνθα γέροντα κνώδαλον εὗρε νέμοντα παρʼ ἔξοδον ἕρκεος αὐλῆς. τὸν πρότερος προσέφη Λητοῦς ἐρικυδέος υἱός·