<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2"><l n="170">βέλτερον ἤματα πάντα μετʼ ἀθανάτοις ὀαρίζειν, </l><l n="171">πλούσιον, ἀφνειόν, πολυλήιον, ἢ κατὰ δῶμα </l><l n="172">ἄντρῳ ἐν ἠερόεντι θαασσέμεν· ἀμφὶ δὲ τιμῆς, </l><l n="173">κἀγὼ τῆς ὁσίης ἐπιβήσομαι, ἧς περ Ἀπόλλων. <milestone unit="card" n="174" ed="P"/>
        </l><l n="174">εἰ δέ κε μὴ δώῃσι πατὴρ ἐμός, ἧ τοι ἔγωγε </l><l n="175">πειρήσω, δύναμαι, φηλητέων ὄρχαμος εἶναι. </l><l n="176">εἰ δέ μʼ ἐρευνήσει Λητοῦς ἐρικυδέος υἱός, </l><l n="177">ἄλλο τί οἱ καὶ μεῖζον ὀίομαι ἀντιβολήσειν. </l><l n="178">εἶμι γὰρ ἐς Πυθῶνα μέγαν δόμον ἀντιτορήσων· </l><l n="179">ἔνθεν ἅλις τρίποδας περικαλλέας ἠδὲ λέβητας </l><l n="180">πορθήσω καὶ χρυσόν, ἅλις τʼ αἴθωνα σίδηρον </l><l n="181">καὶ πολλὴν ἐσθῆτα· σὺ δʼ ὄψεαι, αἴ κʼ ἐθέλῃσθα.<!-- <milestone type="endquote"/> --></l><l n="182"><milestone unit="Para" ed="P"/>ὣς οἳ μέν ῥʼ ἐπέεσσι πρὸς ἀλλήλους ἀγόρευον, </l><l n="183">υἱός τʼ αἰγιόχοιο Διὸς καὶ πότνια Μαῖα. </l><l n="184">Ἠὼς δʼ ἠριγένεια φόως θνητοῖσι φέρουσα </l><l n="185">ὤρνυτʼ ἀπʼ Ὠκεανοῖο βαθυρρόου· αὐτὰρ Ἀπόλλων </l></div></body></text></TEI>