βέλτερον ἤματα πάντα μετʼ ἀθανάτοις ὀαρίζειν, πλούσιον, ἀφνειόν, πολυλήιον, ἢ κατὰ δῶμα ἄντρῳ ἐν ἠερόεντι θαασσέμεν· ἀμφὶ δὲ τιμῆς, κἀγὼ τῆς ὁσίης ἐπιβήσομαι, ἧς περ Ἀπόλλων. εἰ δέ κε μὴ δώῃσι πατὴρ ἐμός, ἧ τοι ἔγωγε πειρήσω, δύναμαι, φηλητέων ὄρχαμος εἶναι. εἰ δέ μʼ ἐρευνήσει Λητοῦς ἐρικυδέος υἱός, ἄλλο τί οἱ καὶ μεῖζον ὀίομαι ἀντιβολήσειν. εἶμι γὰρ ἐς Πυθῶνα μέγαν δόμον ἀντιτορήσων· ἔνθεν ἅλις τρίποδας περικαλλέας ἠδὲ λέβητας πορθήσω καὶ χρυσόν, ἅλις τʼ αἴθωνα σίδηρον καὶ πολλὴν ἐσθῆτα· σὺ δʼ ὄψεαι, αἴ κʼ ἐθέλῃσθα. ὣς οἳ μέν ῥʼ ἐπέεσσι πρὸς ἀλλήλους ἀγόρευον, υἱός τʼ αἰγιόχοιο Διὸς καὶ πότνια Μαῖα. Ἠὼς δʼ ἠριγένεια φόως θνητοῖσι φέρουσα ὤρνυτʼ ἀπʼ Ὠκεανοῖο βαθυρρόου· αὐτὰρ Ἀπόλλων