<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2"><l n="160">ἔρρε πάλιν· μεγάλην σε πατὴρ ἐφύτευσε μέριμναν </l><l n="161">θνητοῖς ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσι.<!-- <milestone type="endquote"/> --></l><l n="162"><milestone unit="Para" ed="P"/>τὴν δʼ Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισι· </l><l n="163"><!-- <milestone type="startquote"/> -->μῆτερ ἐμή, τί με ταῦτα δεδίσκεαι, ἠύτε τέκνον </l><l n="164">νήπιον, ὃς μάλα παῦρα μετὰ φρεσὶν αἴσυλα οἶδε, </l><l n="165">ταρβαλέον, καὶ μητρὸς ὑπαιδείδοικεν ἐνιπάς; </l><l n="166">αὐτὰρ ἐγὼ τέχνης ἐπιβήσομαι, ἥ τις ἀρίστη, </l><l n="167">βουκολέων ἐμὲ καὶ σὲ διαμπερές· οὐδὲ θεοῖσι </l><l n="168">νῶι μετʼ ἀθανάτοισιν ἀδώρητοι καὶ ἄλιστοι </l><l n="169">αὐτοῦ τῇδε μένοντες ἀνεξόμεθʼ, ὡς σὺ κελεύεις. </l></div></body></text></TEI>