<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2"><l n="150">ἐσσυμένως δʼ ἄρα λίκνον ἐπῴχετο κύδιμος Ἑρμῆς· </l><l n="151">σπάργανον ἀμφʼ ὤμοις εἰλυμένος, ἠύτε τέκνον </l><l n="152">νήπιον, ἐν παλάμῃσι περʼ ἰγνύσι λαῖφος ἀθύρων </l><l n="153">κεῖτο, χέλυν ἐρατὴν ἐπʼ ἀριστερὰ χειρὸς ἐέργων. </l><l n="154"><milestone unit="Para" ed="P"/>μητέρα δʼ οὐκ ἄρʼ ἔληθε θεὰν θεὸς εἰπέ τε μῦθον· </l><l n="155"><!-- <milestone type="startquote"/> -->τίπτε σύ, ποικιλομῆτα, πόθεν τόδε νυκτὸς ἐν ὥρῃ </l><l n="156">ἔρχῃ, ἀναιδείην ἐπιειμένε; νῦν σε μάλʼ οἴω </l><l n="157">ἢ τάχʼ ἀμήχανα δεσμὰ περὶ πλευρῇσιν ἔχοντα </l><l n="158">Λητοίδου ὑπὸ χερσὶ διὲκ προθύροιο περήσειν </l><l n="159">ἣ σὲ φέροντα μεταξὺ κατʼ ἄγκεα φηλητεύσειν. </l><l n="160">ἔρρε πάλιν· μεγάλην σε πατὴρ ἐφύτευσε μέριμναν </l><l n="161">θνητοῖς ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσι.<!-- <milestone type="endquote"/> --></l><l n="162"><milestone unit="Para" ed="P"/>τὴν δʼ Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισι· </l><l n="163"><!-- <milestone type="startquote"/> -->μῆτερ ἐμή, τί με ταῦτα δεδίσκεαι, ἠύτε τέκνον </l><l n="164">νήπιον, ὃς μάλα παῦρα μετὰ φρεσὶν αἴσυλα οἶδε, </l><l n="165">ταρβαλέον, καὶ μητρὸς ὑπαιδείδοικεν ἐνιπάς; </l><l n="166">αὐτὰρ ἐγὼ τέχνης ἐπιβήσομαι, ἥ τις ἀρίστη, </l><l n="167">βουκολέων ἐμὲ καὶ σὲ διαμπερές· οὐδὲ θεοῖσι </l><l n="168">νῶι μετʼ ἀθανάτοισιν ἀδώρητοι καὶ ἄλιστοι </l><l n="169">αὐτοῦ τῇδε μένοντες ἀνεξόμεθʼ, ὡς σὺ κελεύεις. </l><l n="170">βέλτερον ἤματα πάντα μετʼ ἀθανάτοις ὀαρίζειν, </l><l n="171">πλούσιον, ἀφνειόν, πολυλήιον, ἢ κατὰ δῶμα </l><l n="172">ἄντρῳ ἐν ἠερόεντι θαασσέμεν· ἀμφὶ δὲ τιμῆς, </l><l n="173">κἀγὼ τῆς ὁσίης ἐπιβήσομαι, ἧς περ Ἀπόλλων. <milestone unit="card" n="174" ed="P"/>
        </l><l n="174">εἰ δέ κε μὴ δώῃσι πατὴρ ἐμός, ἧ τοι ἔγωγε </l><l n="175">πειρήσω, δύναμαι, φηλητέων ὄρχαμος εἶναι. </l><l n="176">εἰ δέ μʼ ἐρευνήσει Λητοῦς ἐρικυδέος υἱός, </l><l n="177">ἄλλο τί οἱ καὶ μεῖζον ὀίομαι ἀντιβολήσειν. </l><l n="178">εἶμι γὰρ ἐς Πυθῶνα μέγαν δόμον ἀντιτορήσων· </l><l n="179">ἔνθεν ἅλις τρίποδας περικαλλέας ἠδὲ λέβητας </l></div></body></text></TEI>