ἐσσυμένως δʼ ἄρα λίκνον ἐπῴχετο κύδιμος Ἑρμῆς· σπάργανον ἀμφʼ ὤμοις εἰλυμένος, ἠύτε τέκνον νήπιον, ἐν παλάμῃσι περʼ ἰγνύσι λαῖφος ἀθύρων κεῖτο, χέλυν ἐρατὴν ἐπʼ ἀριστερὰ χειρὸς ἐέργων. μητέρα δʼ οὐκ ἄρʼ ἔληθε θεὰν θεὸς εἰπέ τε μῦθον· τίπτε σύ, ποικιλομῆτα, πόθεν τόδε νυκτὸς ἐν ὥρῃ ἔρχῃ, ἀναιδείην ἐπιειμένε; νῦν σε μάλʼ οἴω ἢ τάχʼ ἀμήχανα δεσμὰ περὶ πλευρῇσιν ἔχοντα Λητοίδου ὑπὸ χερσὶ διὲκ προθύροιο περήσειν ἣ σὲ φέροντα μεταξὺ κατʼ ἄγκεα φηλητεύσειν. ἔρρε πάλιν· μεγάλην σε πατὴρ ἐφύτευσε μέριμναν θνητοῖς ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσι. τὴν δʼ Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισι· μῆτερ ἐμή, τί με ταῦτα δεδίσκεαι, ἠύτε τέκνον νήπιον, ὃς μάλα παῦρα μετὰ φρεσὶν αἴσυλα οἶδε, ταρβαλέον, καὶ μητρὸς ὑπαιδείδοικεν ἐνιπάς; αὐτὰρ ἐγὼ τέχνης ἐπιβήσομαι, ἥ τις ἀρίστη, βουκολέων ἐμὲ καὶ σὲ διαμπερές· οὐδὲ θεοῖσι νῶι μετʼ ἀθανάτοισιν ἀδώρητοι καὶ ἄλιστοι αὐτοῦ τῇδε μένοντες ἀνεξόμεθʼ, ὡς σὺ κελεύεις. βέλτερον ἤματα πάντα μετʼ ἀθανάτοις ὀαρίζειν, πλούσιον, ἀφνειόν, πολυλήιον, ἢ κατὰ δῶμα ἄντρῳ ἐν ἠερόεντι θαασσέμεν· ἀμφὶ δὲ τιμῆς, κἀγὼ τῆς ὁσίης ἐπιβήσομαι, ἧς περ Ἀπόλλων. εἰ δέ κε μὴ δώῃσι πατὴρ ἐμός, ἧ τοι ἔγωγε πειρήσω, δύναμαι, φηλητέων ὄρχαμος εἶναι. εἰ δέ μʼ ἐρευνήσει Λητοῦς ἐρικυδέος υἱός, ἄλλο τί οἱ καὶ μεῖζον ὀίομαι ἀντιβολήσειν. εἶμι γὰρ ἐς Πυθῶνα μέγαν δόμον ἀντιτορήσων· ἔνθεν ἅλις τρίποδας περικαλλέας ἠδὲ λέβητας