<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2"><l n="150">ἐσσυμένως δʼ ἄρα λίκνον ἐπῴχετο κύδιμος Ἑρμῆς· </l><l n="151">σπάργανον ἀμφʼ ὤμοις εἰλυμένος, ἠύτε τέκνον </l><l n="152">νήπιον, ἐν παλάμῃσι περʼ ἰγνύσι λαῖφος ἀθύρων </l><l n="153">κεῖτο, χέλυν ἐρατὴν ἐπʼ ἀριστερὰ χειρὸς ἐέργων. </l><l n="154"><milestone unit="Para" ed="P"/>μητέρα δʼ οὐκ ἄρʼ ἔληθε θεὰν θεὸς εἰπέ τε μῦθον· </l><l n="155"><!-- <milestone type="startquote"/> -->τίπτε σύ, ποικιλομῆτα, πόθεν τόδε νυκτὸς ἐν ὥρῃ </l><l n="156">ἔρχῃ, ἀναιδείην ἐπιειμένε; νῦν σε μάλʼ οἴω </l><l n="157">ἢ τάχʼ ἀμήχανα δεσμὰ περὶ πλευρῇσιν ἔχοντα </l><l n="158">Λητοίδου ὑπὸ χερσὶ διὲκ προθύροιο περήσειν </l><l n="159">ἣ σὲ φέροντα μεταξὺ κατʼ ἄγκεα φηλητεύσειν. </l></div></body></text></TEI>