ἐσσυμένως δʼ ἄρα λίκνον ἐπῴχετο κύδιμος Ἑρμῆς· σπάργανον ἀμφʼ ὤμοις εἰλυμένος, ἠύτε τέκνον νήπιον, ἐν παλάμῃσι περʼ ἰγνύσι λαῖφος ἀθύρων κεῖτο, χέλυν ἐρατὴν ἐπʼ ἀριστερὰ χειρὸς ἐέργων. μητέρα δʼ οὐκ ἄρʼ ἔληθε θεὰν θεὸς εἰπέ τε μῦθον· τίπτε σύ, ποικιλομῆτα, πόθεν τόδε νυκτὸς ἐν ὥρῃ ἔρχῃ, ἀναιδείην ἐπιειμένε; νῦν σε μάλʼ οἴω ἢ τάχʼ ἀμήχανα δεσμὰ περὶ πλευρῇσιν ἔχοντα Λητοίδου ὑπὸ χερσὶ διὲκ προθύροιο περήσειν ἣ σὲ φέροντα μεταξὺ κατʼ ἄγκεα φηλητεύσειν.