ἀνθρακιὴν δʼ ἐμάρανε, κόνιν δʼ ἀμάθυνε μέλαιναν παννύχιος· καλὸν δὲ φόως κατέλαμπε Σελήνης. Κυλλήνης δʼ αἶψʼ αὖτις ἀφίκετο δῖα κάρηνα ὄρθριος, οὐδέ τί οἱ δολιχῆς ὁδοῦ ἀντεβόλησεν οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων, οὐδὲ κύνες λελάκοντο· Διὸς δʼ ἐριούνιος Ἑρμῆς δοχμωθεὶς μεγάροιο διὰ κλήιθρον ἔδυνεν αὔρῃ ὀπωρινῇ ἐναλίγκιος, ἠύτʼ ὀμίχλη. ἰθύσας δʼ ἄντρου ἐξίκετο πίονα νηὸν ἦκα ποσὶ προβιβῶν· οὐ γὰρ κτύπεν, ὥσπερ ἐπʼ οὔδει.