αὐτὰρ ἐπεί τοι πάντα κατὰ χρέος ἤνυσε δαίμων, σάνδαλα μὲν προέηκεν ἐς Ἀλφειὸν βαθυδίνην· ἀνθρακιὴν δʼ ἐμάρανε, κόνιν δʼ ἀμάθυνε μέλαιναν παννύχιος· καλὸν δὲ φόως κατέλαμπε Σελήνης. Κυλλήνης δʼ αἶψʼ αὖτις ἀφίκετο δῖα κάρηνα ὄρθριος, οὐδέ τί οἱ δολιχῆς ὁδοῦ ἀντεβόλησεν οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων, οὐδὲ κύνες λελάκοντο· Διὸς δʼ ἐριούνιος Ἑρμῆς δοχμωθεὶς μεγάροιο διὰ κλήιθρον ἔδυνεν αὔρῃ ὀπωρινῇ ἐναλίγκιος, ἠύτʼ ὀμίχλη. ἰθύσας δʼ ἄντρου ἐξίκετο πίονα νηὸν ἦκα ποσὶ προβιβῶν· οὐ γὰρ κτύπεν, ὥσπερ ἐπʼ οὔδει. ἐσσυμένως δʼ ἄρα λίκνον ἐπῴχετο κύδιμος Ἑρμῆς· σπάργανον ἀμφʼ ὤμοις εἰλυμένος, ἠύτε τέκνον νήπιον, ἐν παλάμῃσι περʼ ἰγνύσι λαῖφος ἀθύρων κεῖτο, χέλυν ἐρατὴν ἐπʼ ἀριστερὰ χειρὸς ἐέργων.