<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2"><l n="130">ἔνθʼ ὁσίης κρεάων ἠράσσατο κύδιμος Ἑρμῆς· </l><l n="131">ὀδμὴ γάρ μιν ἔτειρε καὶ ἀθάνατόν περ ἐόντα </l><l n="132">ἡδεῖʼ· ἀλλʼ οὐδʼ ὥς οἱ ἐπείθετο θυμὸς ἀγήνωρ, </l><l n="133">καί τε μάλʼ ἱμείροντι, περῆν† ἱερῆς κατὰ δειρῆς. <milestone unit="card" n="134" ed="P"/>
      </l><l n="134">ἀλλὰ τὰ μὲν κατέθηκεν ἐς αὔλιον ὑψιμέλαθρον, </l><l n="135">δημὸν καὶ κρέα πολλά, μετήορα δʼ αἶψʼ ἀνάειρε, </l><l n="136">σῆμα νέης φωρῆς· ἐπὶ δὲ ξύλα κάγκανʼ ἀγείρας </l><l n="137">οὐλόποδʼ, οὐλοκάρηνα πυρὸς κατεδάμνατʼ ἀυτμῇ. </l><l n="138"><milestone unit="Para" ed="P"/>αὐτὰρ ἐπεί τοι πάντα κατὰ χρέος ἤνυσε δαίμων, </l><l n="139">σάνδαλα μὲν προέηκεν ἐς Ἀλφειὸν βαθυδίνην· </l></div></body></text></TEI>