ἔνθʼ ὁσίης κρεάων ἠράσσατο κύδιμος Ἑρμῆς· ὀδμὴ γάρ μιν ἔτειρε καὶ ἀθάνατόν περ ἐόντα ἡδεῖʼ· ἀλλʼ οὐδʼ ὥς οἱ ἐπείθετο θυμὸς ἀγήνωρ, καί τε μάλʼ ἱμείροντι, περῆν† ἱερῆς κατὰ δειρῆς. ἀλλὰ τὰ μὲν κατέθηκεν ἐς αὔλιον ὑψιμέλαθρον, δημὸν καὶ κρέα πολλά, μετήορα δʼ αἶψʼ ἀνάειρε, σῆμα νέης φωρῆς· ἐπὶ δὲ ξύλα κάγκανʼ ἀγείρας οὐλόποδʼ, οὐλοκάρηνα πυρὸς κατεδάμνατʼ ἀυτμῇ. αὐτὰρ ἐπεί τοι πάντα κατὰ χρέος ἤνυσε δαίμων, σάνδαλα μὲν προέηκεν ἐς Ἀλφειὸν βαθυδίνην·