<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2"><l n="120">ἔργῳ δʼ ἔργον ὄπαζε ταμὼν κρέα πίονα δημῷ· </l><l n="121">ὤπτα δʼ ἀμφʼ ὀβελοῖσι πεπαρμένα δουρατέοισι </l><l n="122">σάρκας ὁμοῦ καὶ νῶτα γεράσμια καὶ μέλαν αἷμα </l><l n="123">ἐργμένον ἐν χολάδεσσι· τὰ δʼ αὐτοῦ κεῖτʼ ἐπὶ χώρης· </l><l n="124">ῥινοὺς δʼ ἐξετάνυσσε καταστυφέλῳ ἐνὶ πέτρῃ, </l><l n="125">ὡς ἔτι νῦν τὰ μέτασσα πολυχρόνιοι πεφύασι, </l><l n="126">δηρὸν δὴ μετὰ ταῦτα καὶ ἄκριτον· αὐτὰρ ἔπειτα </l><l n="127">Ἑρμῆς χαρμόφρων εἰρύσατο πίονα ἔργα </l><l n="128">λείῳ ἐπὶ πλαταμῶνι καὶ ἔσχισε δώδεκα μοίρας </l><l n="129">κληροπαλεῖς· τέλεον δὲ γέρας προσέθηκεν ἑκάστῃ. </l><l n="130">ἔνθʼ ὁσίης κρεάων ἠράσσατο κύδιμος Ἑρμῆς· </l><l n="131">ὀδμὴ γάρ μιν ἔτειρε καὶ ἀθάνατόν περ ἐόντα </l><l n="132">ἡδεῖʼ· ἀλλʼ οὐδʼ ὥς οἱ ἐπείθετο θυμὸς ἀγήνωρ, </l><l n="133">καί τε μάλʼ ἱμείροντι, περῆν† ἱερῆς κατὰ δειρῆς. <milestone unit="card" n="134" ed="P"/>
      </l><l n="134">ἀλλὰ τὰ μὲν κατέθηκεν ἐς αὔλιον ὑψιμέλαθρον, </l><l n="135">δημὸν καὶ κρέα πολλά, μετήορα δʼ αἶψʼ ἀνάειρε, </l><l n="136">σῆμα νέης φωρῆς· ἐπὶ δὲ ξύλα κάγκανʼ ἀγείρας </l><l n="137">οὐλόποδʼ, οὐλοκάρηνα πυρὸς κατεδάμνατʼ ἀυτμῇ. </l><l n="138"><milestone unit="Para" ed="P"/>αὐτὰρ ἐπεί τοι πάντα κατὰ χρέος ἤνυσε δαίμων, </l><l n="139">σάνδαλα μὲν προέηκεν ἐς Ἀλφειὸν βαθυδίνην· </l><l n="140">ἀνθρακιὴν δʼ ἐμάρανε, κόνιν δʼ ἀμάθυνε μέλαιναν </l><l n="141">παννύχιος· καλὸν δὲ φόως κατέλαμπε Σελήνης. </l><l n="142">Κυλλήνης δʼ αἶψʼ αὖτις ἀφίκετο δῖα κάρηνα </l><l n="143">ὄρθριος, οὐδέ τί οἱ δολιχῆς ὁδοῦ ἀντεβόλησεν </l><l n="144">οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων, </l><l n="145">οὐδὲ κύνες λελάκοντο· Διὸς δʼ ἐριούνιος Ἑρμῆς </l><l n="146">δοχμωθεὶς μεγάροιο διὰ κλήιθρον ἔδυνεν </l><l n="147">αὔρῃ ὀπωρινῇ ἐναλίγκιος, ἠύτʼ ὀμίχλη. </l><l n="148">ἰθύσας δʼ ἄντρου ἐξίκετο πίονα νηὸν </l><l n="149">ἦκα ποσὶ προβιβῶν· οὐ γὰρ κτύπεν, ὥσπερ ἐπʼ οὔδει. </l></div></body></text></TEI>