ἔργῳ δʼ ἔργον ὄπαζε ταμὼν κρέα πίονα δημῷ· ὤπτα δʼ ἀμφʼ ὀβελοῖσι πεπαρμένα δουρατέοισι σάρκας ὁμοῦ καὶ νῶτα γεράσμια καὶ μέλαν αἷμα ἐργμένον ἐν χολάδεσσι· τὰ δʼ αὐτοῦ κεῖτʼ ἐπὶ χώρης· ῥινοὺς δʼ ἐξετάνυσσε καταστυφέλῳ ἐνὶ πέτρῃ, ὡς ἔτι νῦν τὰ μέτασσα πολυχρόνιοι πεφύασι, δηρὸν δὴ μετὰ ταῦτα καὶ ἄκριτον· αὐτὰρ ἔπειτα Ἑρμῆς χαρμόφρων εἰρύσατο πίονα ἔργα λείῳ ἐπὶ πλαταμῶνι καὶ ἔσχισε δώδεκα μοίρας κληροπαλεῖς· τέλεον δὲ γέρας προσέθηκεν ἑκάστῃ. ἔνθʼ ὁσίης κρεάων ἠράσσατο κύδιμος Ἑρμῆς· ὀδμὴ γάρ μιν ἔτειρε καὶ ἀθάνατόν περ ἐόντα ἡδεῖʼ· ἀλλʼ οὐδʼ ὥς οἱ ἐπείθετο θυμὸς ἀγήνωρ, καί τε μάλʼ ἱμείροντι, περῆν† ἱερῆς κατὰ δειρῆς. ἀλλὰ τὰ μὲν κατέθηκεν ἐς αὔλιον ὑψιμέλαθρον, δημὸν καὶ κρέα πολλά, μετήορα δʼ αἶψʼ ἀνάειρε, σῆμα νέης φωρῆς· ἐπὶ δὲ ξύλα κάγκανʼ ἀγείρας οὐλόποδʼ, οὐλοκάρηνα πυρὸς κατεδάμνατʼ ἀυτμῇ. αὐτὰρ ἐπεί τοι πάντα κατὰ χρέος ἤνυσε δαίμων, σάνδαλα μὲν προέηκεν ἐς Ἀλφειὸν βαθυδίνην· ἀνθρακιὴν δʼ ἐμάρανε, κόνιν δʼ ἀμάθυνε μέλαιναν παννύχιος· καλὸν δὲ φόως κατέλαμπε Σελήνης. Κυλλήνης δʼ αἶψʼ αὖτις ἀφίκετο δῖα κάρηνα ὄρθριος, οὐδέ τί οἱ δολιχῆς ὁδοῦ ἀντεβόλησεν οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων, οὐδὲ κύνες λελάκοντο· Διὸς δʼ ἐριούνιος Ἑρμῆς δοχμωθεὶς μεγάροιο διὰ κλήιθρον ἔδυνεν αὔρῃ ὀπωρινῇ ἐναλίγκιος, ἠύτʼ ὀμίχλη. ἰθύσας δʼ ἄντρου ἐξίκετο πίονα νηὸν ἦκα ποσὶ προβιβῶν· οὐ γὰρ κτύπεν, ὥσπερ ἐπʼ οὔδει.