<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2"><l n="120">ἔργῳ δʼ ἔργον ὄπαζε ταμὼν κρέα πίονα δημῷ· </l><l n="121">ὤπτα δʼ ἀμφʼ ὀβελοῖσι πεπαρμένα δουρατέοισι </l><l n="122">σάρκας ὁμοῦ καὶ νῶτα γεράσμια καὶ μέλαν αἷμα </l><l n="123">ἐργμένον ἐν χολάδεσσι· τὰ δʼ αὐτοῦ κεῖτʼ ἐπὶ χώρης· </l><l n="124">ῥινοὺς δʼ ἐξετάνυσσε καταστυφέλῳ ἐνὶ πέτρῃ, </l><l n="125">ὡς ἔτι νῦν τὰ μέτασσα πολυχρόνιοι πεφύασι, </l><l n="126">δηρὸν δὴ μετὰ ταῦτα καὶ ἄκριτον· αὐτὰρ ἔπειτα </l><l n="127">Ἑρμῆς χαρμόφρων εἰρύσατο πίονα ἔργα </l><l n="128">λείῳ ἐπὶ πλαταμῶνι καὶ ἔσχισε δώδεκα μοίρας </l><l n="129">κληροπαλεῖς· τέλεον δὲ γέρας προσέθηκεν ἑκάστῃ. </l></div></body></text></TEI>