ἔργῳ δʼ ἔργον ὄπαζε ταμὼν κρέα πίονα δημῷ· ὤπτα δʼ ἀμφʼ ὀβελοῖσι πεπαρμένα δουρατέοισι σάρκας ὁμοῦ καὶ νῶτα γεράσμια καὶ μέλαν αἷμα ἐργμένον ἐν χολάδεσσι· τὰ δʼ αὐτοῦ κεῖτʼ ἐπὶ χώρης· ῥινοὺς δʼ ἐξετάνυσσε καταστυφέλῳ ἐνὶ πέτρῃ, ὡς ἔτι νῦν τὰ μέτασσα πολυχρόνιοι πεφύασι, δηρὸν δὴ μετὰ ταῦτα καὶ ἄκριτον· αὐτὰρ ἔπειτα Ἑρμῆς χαρμόφρων εἰρύσατο πίονα ἔργα λείῳ ἐπὶ πλαταμῶνι καὶ ἔσχισε δώδεκα μοίρας κληροπαλεῖς· τέλεον δὲ γέρας προσέθηκεν ἑκάστῃ.