τῇ δʼ ἤδη δέκατος μεὶς οὐρανῷ ἐστήρικτο, εἴς τε φόως ἄγαγεν ἀρίσημά τε ἔργα τέτυκτο· καὶ τότʼ ἐγείνατο παῖδα πολύτροπον, αἱμυλομήτην, ληιστῆρʼ, ἐλατῆρα βοῶν, ἡγήτορʼ ὀνείρων, νυκτὸς ὀπωπητῆρα, πυληδόκον, ὃς τάχʼ ἔμελλεν ἀμφανέειν κλυτὰ ἔργα μετʼ ἀθανάτοισι θεοῖσιν. ἠῷος γεγονὼς μέσῳ ἤματι ἐγκιθάριζεν, ἑσπέριος βοῦς κλέψεν ἑκηβόλου Ἀπόλλωνος τετράδι τῇ προτέρῃ, τῇ μιν τέκε πότνια Μαῖα. ὃς καί, ἐπειδὴ μητρὸς ἀπʼ ἀθανάτων θόρε γυίων,