<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2"><l n="106">καὶ τὰς μὲν συνέλασσεν ἐς αὔλιον ἀθρόας οὔσας, </l><l n="107">λωτὸν ἐρεπτομένας ἠδʼ ἑρσήεντα κύπειρον· </l><l n="108">σὺν δʼ ἐφόρει ξύλα πολλά, πυρὸς δʼ ἐπεμαίετο τέχνην. </l><l n="109">δάφνης ἀγλαὸν ὄζον ἑλὼν ἀπέλεψε σιδήρῳ </l><l n="110"><gap reason="lost"/>ἄρμενον ἐν παλάμῃ· ἄμπνυτο δὲ θερμὸς ἀυτμή· </l><l n="111">Ἑρμῆς τοι πρώτιστα πυρήια πῦρ τʼ ἀνέδωκε. </l><l n="112">πολλὰ δὲ κάγκανα κᾶλα κατουδαίῳ ἐνὶ βόθρῳ </l><l n="113">οὖλα λαβὼν ἐπέθηκεν ἐπηετανά· λάμπετο δὲ φλὸξ </l><l n="114">τηλόσε φῦσαν ἱεῖσα πυρὸς μέγα δαιομένοιο. </l><l n="115"><milestone unit="Para" ed="P"/>ὄφρα δὲ πῦρ ἀνέκαιε βίη κλυτοῦ Ἡφαίστοιο, </l><l n="116">τόφρα δʼ ὑποβρύχους ἕλικας βοῦς εἷλκε θύραζε </l><l n="117">δοιὰς ἄγχι πυρός· δύναμις δέ οἱ ἕσπετο πολλή. </l><l n="118">ἀμφοτέρας δʼ ἐπὶ νῶτα χαμαὶ βάλε φυσιοώσας· </l><l n="119">ἀγκλίνων δʼ ἐκύλινδε διʼ αἰῶνας τετορήσας. </l><l n="120">ἔργῳ δʼ ἔργον ὄπαζε ταμὼν κρέα πίονα δημῷ· </l><l n="121">ὤπτα δʼ ἀμφʼ ὀβελοῖσι πεπαρμένα δουρατέοισι </l></div></body></text></TEI>