καὶ τὰς μὲν συνέλασσεν ἐς αὔλιον ἀθρόας οὔσας, λωτὸν ἐρεπτομένας ἠδʼ ἑρσήεντα κύπειρον· σὺν δʼ ἐφόρει ξύλα πολλά, πυρὸς δʼ ἐπεμαίετο τέχνην. δάφνης ἀγλαὸν ὄζον ἑλὼν ἀπέλεψε σιδήρῳ ἄρμενον ἐν παλάμῃ· ἄμπνυτο δὲ θερμὸς ἀυτμή· Ἑρμῆς τοι πρώτιστα πυρήια πῦρ τʼ ἀνέδωκε. πολλὰ δὲ κάγκανα κᾶλα κατουδαίῳ ἐνὶ βόθρῳ οὖλα λαβὼν ἐπέθηκεν ἐπηετανά· λάμπετο δὲ φλὸξ τηλόσε φῦσαν ἱεῖσα πυρὸς μέγα δαιομένοιο. ὄφρα δὲ πῦρ ἀνέκαιε βίη κλυτοῦ Ἡφαίστοιο, τόφρα δʼ ὑποβρύχους ἕλικας βοῦς εἷλκε θύραζε δοιὰς ἄγχι πυρός· δύναμις δέ οἱ ἕσπετο πολλή. ἀμφοτέρας δʼ ἐπὶ νῶτα χαμαὶ βάλε φυσιοώσας· ἀγκλίνων δʼ ἐκύλινδε διʼ αἰῶνας τετορήσας. ἔργῳ δʼ ἔργον ὄπαζε ταμὼν κρέα πίονα δημῷ· ὤπτα δʼ ἀμφʼ ὀβελοῖσι πεπαρμένα δουρατέοισι